sabato 2 agosto 2014

Isocrate: Orazione contro il banchiere (circa 400 anni prima di Cristo)

Trapezitico - Isocrate -ΤΡΑΠΕΖΙΤΙΚΟΣ
(Orazione contro il banchiere)
[1]    Ὁ μὲν ἀγών μοι μέγας ἐστὶν, ὦ ἄνδρες δικασταί. Οὐ γὰρ μόνον περὶ πολλῶν χρημάτων κινδυνεύω, ἀλλὰ καὶ περὶ τοῦ μὴ δοκεῖν ἀδίκως τῶν ἀλλοτρίων ἐπιθυμεῖν· ὃ ἐγὼ περὶ πλείστου ποιοῦμαι. Οὐσία μὲν γὰρ ἱκανή μοι καταλειφθήσεται καὶ τούτων στερηθέντι· εἰ δὲ δόξαιμι μηδὲν προσῆκον τοσαῦτα χρήματ' ἐγκαλέσαι, διαβληθείην ἂν τὸν ἅπαντα βίον. [2]    Ἔστι δ', ὦ ἄνδρες δικασταὶ, πάντων χαλεπώτατον τοιούτων ἀντιδίκων τυχεῖν. Τὰ μὲν γὰρ συμβόλαια τὰ πρὸς τοὺς ἐπὶ ταῖς τραπέζαις ἄνευ μαρτύρων γίγνεται, τοῖς ἀδικουμένοις δὲ πρὸς τοιούτους ἀνάγκη κινδυνεύειν οἳ καὶ φίλους πολλοὺς κέκτηνται καὶ χρήματα πολλὰ διαχειρίζουσι καὶ πιστοὶ διὰ τὴν τέχνην δοκοῦσιν εἶναι. Ὅμως δὲ καὶ τούτων ὑπαρχόντων ἡγοῦμαι φανερὸν πᾶσι ποιήσειν ὅτι ἀποστεροῦμαι τῶν χρημάτων ὑπὸ Πασίωνος. [3]    Ἐξ ἀρχῆς οὖν ὑμῖν, ὅπως ἂν δύνωμαι, διηγήσομαι τὰ πεπραγμένα. Ἐμοὶ γὰρ, ὦ ἄνδρες δικασταὶ, πατὴρ μέν ἐστι Σωπαῖος, ὃν οἱ πλέοντες εἰς τὸν Πόντον ἅπαντες ἴσασιν οὕτως οἰκείως πρὸς Σάτυρον διακείμενον ὥστε πολλῆς μὲν χώρας ἄρχειν, ἁπάσης δὲ τῆς δυνάμεως ἐπιμελεῖσθαι τῆς ἐκείνου. [4]
Πυνθανόμενος δὲ καὶ περὶ τῆσδε τῆς πόλεως καὶ περὶ τῆς ἄλλης Ἑλλάδος ἐπεθύμησ' ἀποδημῆσαι. Γεμίσας οὖν ὁ πατήρ μου δύο ναῦς σίτου καὶ χρήματα δοὺς ἐξέπεμψεν ἅμα κατ' ἐμπορίαν καὶ κατὰ θεωρίαν· συστήσαντος δέ μοι Πυθοδώρου τοῦ Φοίνικος Πασίωνα ἐχρώμην τῇ τούτου τραπέζῃ. [5] Χρόνῳ δ' ὕστερον διαβολῆς πρὸς Σάτυρον γενομένης ὡς καὶ ὁ πατὴρ οὑμὸς ἐπιβουλεύοι τῇ ἀρχῇ κἀγὼ τοῖς φυγάσιν συγγιγνοίμην, τὸν μὲν πατέρα μου συλλαμβάνει, ἐπιστέλλει δὲ τοῖς ἐνθάδ' ἐπιδημοῦσιν ἐκ τοῦ Πόντου τά τε χρήματα παρ' ἐμοῦ παραλαβεῖν καὶ αὐτὸν εἰσπλεῖν κελεύειν· ἐὰν δὲ τούτων μηδὲν ποιῶ, παρ' ὑμῶν ἐξαιτεῖν. [6] Ἐν τοσούτοις δὲ κακοῖς ὢν, ὦ ἄνδρες δικασταὶ, λέγω πρὸς Πασίωνα τὰς ἐμαυτοῦ συμφοράς· οὕτω γὰρ οἰκείως πρὸς αὐτὸν διεκείμην ὥστε μὴ μόνον περὶ χρημάτων ἀλλὰ καὶ περὶ τῶν ἄλλων τούτῳ μάλιστα πιστεύειν. Ἡγούμην δ' εἰ μὲν προοίμην ἅπαντα τὰ χρήματα, κινδυνεύειν, εἴ τι πάθοι ἐκεῖνος, στερηθεὶς καὶ τῶν ἐνθάδε καὶ τῶν ἐκεῖ, πάντων ἐνδεὴς γενήσεσθαι· εἰ δ' ὁμολογῶν εἶναι ἐπιστείλαντος Σατύρου μὴ παραδοίην, εἰς τὰς μεγίστας διαβολὰς ἐμαυτὸν καὶ τὸν πατέρα καταστήσειν πρὸς Σάτυρον. [7] Βουλευομένοις οὖν ἡμῖν ἐδόκει βέλτιστον εἶναι [προσομολογεῖν πάντα ποιεῖν ὅσα Σάτυρος προσέταττε, καὶ] τὰ μὲν φανερὰ τῶν χρημάτων παραδοῦναι, περὶ δὲ τῶν παρὰ τούτῳ κειμένων μὴ μόνον ἔξαρνον εἶναι, ἀλλὰ καὶ ὀφείλοντά με καὶ τούτῳ καὶ ἑτέροις ἐπὶ τόκῳ φαίνεσθαι, καὶ πάντα ποιεῖν ἐξ ὧν ἐκεῖνοι μάλιστ' ἤμελλον πεισθήσεσθαι μὴ εἶναί μοι χρήματα. [8]    Τότε μὲν οὖν, ὦ ἄνδρες δικασταὶ, ἐνόμιζόν μοι Πασίωνα δι' εὔνοιαν ἅπαντα ταῦτα συμβουλεύειν· ἐπειδὴ δὲ πρὸς τοὺς παρὰ Σατύρου διεπραξάμην, ἔγνων αὐτὸν ἐπιβουλεύοντα τοῖς ἐμοῖς. Βουλομένου γὰρ ἐμοῦ κομίσασθαι τἀμαυτοῦ καὶ πλεῖν εἰς Βυζάντιον, ἡγησάμενος οὗτος κάλλιστον αὑτῷ καιρὸν παραπεπτωκέναι· τὰ μὲν γὰρ χρήματα πόλλ' εἶναι τὰ παρ' αὑτῷ κείμενα καὶ ἄξι' ἀναισχυντίας, ἐμὲ δὲ πολλῶν ἀκουόντων ἔξαρνον γεγενῆσθαι μηδὲν κεκτῆσθαι, πᾶσί τε φανερὸν ἀπαιτούμενον καὶ ἑτέροις προσομολογοῦντα ὀφείλειν· [9] καὶ πρὸς τούτοις, ὦ ἄνδρες δικασταὶ, ἐνόμιζεν, εἰ μὲν αὐτοῦ μένειν ἐπιχειροίην, ἐκδοθήσεσθαί μ' ὑπὸ τῆς πόλεως Σατύρῳ, εἰ δ' ἄλλοσέ ποι τραποίμην, οὐδὲν μελήσειν αὑτῷ τῶν ἐμῶν λόγων, εἰ δ' εἰσπλευσοίμην εἰς τὸν Πόντον, ἀποθανεῖσθαί με μετὰ τοῦ πατρός· ταῦτα διαλογιζόμενος διενοεῖτό μ' ἀποστερεῖν τὰ χρήματα. Καὶ πρὸς μὲν ἐμὲ προσεποιεῖτ' ἀπορεῖν ἐν τῷ παρόντι καὶ οὐκ ἂν ἔχειν ἀποδοῦναι· ἐπειδὴ δὲ βουλόμενος εἰδέναι σαφῶς τὸ πρᾶγμα προσπέμπω Φιλόμηλον αὐτῷ καὶ Μενέξενον ἀπαιτήσοντας, ἔξαρνος γίγνεται πρὸς αὐτοὺς μηδὲν ἔχειν τῶν ἐμῶν. [10] Πανταχόθεν δέ μοι τοσούτων κακῶν συμπεπτωκότων τίν' οἴεσθέ με γνώμην ἔχειν, ᾧ ‹γ'› ὑπῆρχε σιγῶντι μὲν ὑπὸ τούτου ἀπεστερῆσθαι τῶν χρημάτων, λέγοντι δὲ ταῦτα μὲν μηδὲν μᾶλλον κομίσασθαι, πρὸς Σάτυρον δ' εἰς τὴν μεγίστην διαβολὴν καὶ ἐμαυτὸν καὶ τὸν πατέρα καταστῆσαι; Κράτιστον οὖν ἡγησάμην ἡσυχίαν ἄγειν. [11]    Μετὰ δὲ ταῦτ', ὦ ἄνδρες δικασταὶ, ἀφικνοῦνταί μοι ἀπαγγέλλοντες ὅτι ὁ πατὴρ ἀφεῖται καὶ Σατύρῳ οὕτως ἁπάντων μεταμέλει τῶν πεπραγμένων ὥστε πίστεις τὰς μεγίστας αὐτῷ δεδωκὼς εἴη καὶ τὴν ἀρχὴν ἔτι μείζω πεποιηκὼς ἧς εἶχεν πρότερον καὶ τὴν ἀδελφὴν τὴν ἐμὴν εἰληφὼς γυναῖκα τῷ αὑτοῦ ὑεῖ. Πυθόμενος δὲ ταῦτα Πασίων καὶ εἰδὼς ὅτι φανερῶς ἤδη πράξω περὶ τῶν ἐμαυτοῦ, ἀφανίζει Κίττον, τὸν παῖδα ὃς συνῄδει περὶ τῶν χρημάτων. [12] Ἐπειδὴ δ' ἐγὼ προσελθὼν ἐξῄτουν αὐτὸν, ἡγούμενος ἔλεγχον ἂν τοῦτον σαφέστατον γενέσθαι περὶ ὧν ἐνεκάλουν, λέγει λόγον πάντων δεινότατον, ὡς ἐγὼ καὶ Μενέξενος διαφθείραντες καὶ πείσαντες αὐτὸν ἐπὶ τῇ τραπέζῃ καθήμενον ἓξ τάλαντ' ἀργυρίου λάβοιμεν παρ' αὐτοῦ· ἵνα δὲ μηδεὶς ἔλεγχος μηδὲ βάσανος γένοιτο περὶ αὐτῶν, ἔφασκεν ἡμᾶς ἀφανίσαντας τὸν παῖδ' ἀντεγκαλεῖν αὑτῷ καὶ ἐξαιτεῖν τοῦτον ὃν αὐτοὶ ἠφανίσαμεν. Καὶ ταῦτα λέγων καὶ ἀγανακτῶν καὶ δακρύων εἷλκέ με πρὸς τὸν πολέμαρχον, ἐγγυητὰς αἰτῶν, καὶ οὐ πρότερον ἀφῆκέ με ἕως αὐτῷ κατέστησ' ἓξ ταλάντων ἐγγυητάς. Καί μοι κάλει τούτων μάρτυρας. Μάρτυρες [13]    Τῶν μὲν μαρτύρων ἀκηκόατε, ὦ ἄνδρες δικασταί· ἐγὼ δὲ τὰ μὲν ἀπολωλεκὼς ἤδη, περὶ δὲ τῶν αἰσχίστας αἰτίας ἔχων, αὐτὸς μὲν εἰς Πελοπόννησον ᾠχόμην ζητήσων, Μενέξενος δ' εὑρίσκει τὸν παῖδ' ἐνθάδε, καὶ ἐπιλαβόμενος ἠξίου αὐτὸν βασανίζεσθαι καὶ περὶ τῆς παρακαταθήκης καὶ περὶ ὧν οὗτος ἡμᾶς ᾐτιάσατο. [14] Πασίων δ' εἰς τοῦτο τόλμης ἀφίκεθ' ὥστ' ἀφῃρεῖτ' αὐτὸν ὡς ἐλεύθερον ὄντα, καὶ οὐκ ᾐσχύνετ' οὐδ' ἐδεδοίκει, ὃν ἔφασκεν ὑφ' ἡμῶν ἠνδραποδίσθαι καὶ παρ' οὗ τοσαῦτα χρήμαθ' ἡμᾶς ἔχειν, τοῦτον ἐξαιρούμενος εἰς ἐλευθερίαν καὶ κωλύων βασανίζεσθαι. Ὃ δὲ πάντων δεινότατον· κατεγγυῶντος γὰρ Μενεξένου πρὸς τὸν πολέμαρχον τὸν παῖδα, Πασίων αὐτὸν ἑπτὰ ταλάντων διηγγυήσατο. Καί μοι τούτων ἀνάβητε μάρτυρες. Μάρτυρες [15]    Τούτων τοίνυν αὐτῷ πεπραγμένων, ὦ ἄνδρες δικασταὶ, ἡγούμενος περὶ μὲν τῶν παρεληλυθότων φανερῶς ἡμαρτηκέναι, οἰόμενος δ' ἐκ τῶν λοιπῶν ἐπανορθώσεσθαι, προσῆλθεν ἡμῖν φάσκων ἕτοιμος εἶναι παραδοῦναι βασανίζειν τὸν παῖδα. Ἑλόμενοι δὲ βασανιστὰς ἀπηντήσαμεν εἰς τὸ Ἡφαιστεῖον. Κἀγὼ μὲν ἠξίουν αὐτοὺς μαστιγοῦν τὸν ἐκδοθέντα καὶ στρεβλοῦν ἕως [ἂν] τἀληθῆ δόξειεν αὐτοῖς λέγειν· Πασίων δ' οὑτοσὶ οὐ δημοκοίνους ἔφασκεν αὐτοὺς ἑλέσθαι, ἀλλ' ἐκέλευεν λόγῳ πυνθάνεσθαι παρὰ τοῦ παιδὸς εἴ τι βούλοιντο. [16] Διαφερομένων δ' ἡμῶν οἱ βασανισταὶ αὐτοὶ μὲν οὐκ ἔφασαν βασανιεῖν, ἔγνωσαν δὲ Πασίων' ἐμοὶ παραδοῦναι τὸν παῖδα. Οὗτος δ' οὕτω σφόδρ' ἔφευγεν τὴν βάσανον ὥστε περὶ μὲν τῆς παραδόσεως οὐκ ἤθελεν αὐτοῖς πείθεσθαι, τὸ δ' ἀργύριον ἕτοιμος ἦν ἀποτίνειν εἰ καταγνοῖεν αὐτοῦ. Καί μοι κάλει τούτων μάρτυρας. Μάρτυρες [17]    Ἐπειδὴ τοίνυν ἐκ τῶν συνόδων, ὦ ἄνδρες δικασταὶ, πάντες αὐτοῦ κατεγίγνωσκον ἀδικεῖν καὶ δεινὰ ποιεῖν, ὅστις τὸν παῖδα, ὃν ἔφασκον ἐγὼ συνειδέναι περὶ τῶν χρημάτων, πρῶτον μὲν αὐτὸς ἀφανίσας ὑφ' ἡμῶν αὐτὸν ᾐτιᾶτ' ἠφανίσθαι, ἔπειτα δὲ συλληφθέντα ὡς ἐλεύθερον ὄντα διεκώλυσεν βασανίζεσθαι, μετὰ δὲ ταῦθ' ὡς δοῦλον ἐκδοὺς καὶ βασανιστὰς ἑλόμενος λόγῳ μὲν ἐκέλευσεν βασανίζειν, ἔργῳ δ' οὐκ εἴα, διὰ ταῦθ' ἡγούμενος οὐδεμίαν αὑτῷ σωτηρίαν εἶναι ἐάνπερ εἰς ὑμᾶς εἰσέλθῃ, προσπέμπων ἐδεῖτό μου εἰς ἱερὸν ἐλθόνθ' ἑαυτῷ συγγενέσθαι. [18] Καὶ ἐπειδὴ ἤλθομεν εἰς ἀκρόπολιν, ἐγκαλυψάμενος ἔκλαεν καὶ ἔλεγεν ὡς ἠναγκάσθη μὲν δι' ἀπορίαν ἔξαρνος γενέσθαι, ὀλίγου δὲ χρόνου πειράσοιτο τὰ χρήματ' ἀποδοῦναι· ἐδεῖτο δέ μου συγγνώμην ἔχειν αὑτῷ καὶ συγκρύψαι τὴν συμφορὰν, ἵνα μὴ παρακαταθήκας δεχόμενος φανερὸς γένηται τοιαῦτ' ἐξημαρτηκώς. Ἡγούμενος δ' αὐτῷ μεταμέλειν τῶν πεπραγμένων συνεχώρουν καὶ ἐκέλευον αὐτὸν ἐξευρεῖν, ὅντιν' ἂν βούληται τρόπον, ὅπως τούτῳ τε καλῶς ἕξει κἀγὼ τἀμαυτοῦ κομιοῦμαι. [19] Τρίτῃ δ' ἡμέρᾳ συνελθόντες πίστιν τ' ἔδομεν ἀλλήλοις ἦ μὴν σιωπήσεσθαι τὰ πραχθέντα, ἣν οὗτος ἔλυσεν, ὡς αὐτοὶ προιόντος τοῦ λόγου γνώσεσθε, καὶ ὡμολόγησεν εἰς τὸν Πόντον μοι συμπλευσεῖσθαι κἀκεῖ τὸ χρυσίον ἀποδώσειν ἵν' ὡς πορρωτάτω ἀπὸ τῆσδε τῆς πόλεως διαλύσειε τὸ συμβόλαιον, καὶ τῶν μὲν ἐνθάδε μηδεὶς εἰδείη τὸν τρόπον τῆς ἀπαλλαγῆς, ἐκπλεύσαντι δ' αὐτῷ ἐξείη λέγειν ὅ τι αὐτὸς βούλοιτο· εἰ δὲ μὴ ταῦτα ποιήσειε, δίαιταν ἐπὶ ῥητοῖς ἐπέτρεπε Σατύρῳ, ἐφ' ᾧτε καταγιγνώσκειν ἡμιόλι' αὐτοῦ τὰ χρήματα. [20] Ταῦτα δὲ συγγράψαντες καὶ ἀναγαγόντες εἰς ἀκρόπολιν Πύρωνα Φεραῖον ἄνδρα, εἰθισμένον εἰσπλεῖν εἰς τὸν Πόντον, δίδομεν αὐτῷ φυλάττειν τὰς συνθήκας, προστάξαντες αὐτῷ, ἐὰν μὲν διαλλαγῶμεν πρὸς ἡμᾶς αὐτοὺς, κατακαῦσαι τὸ γραμματεῖον, εἰ δὲ μὴ, Σατύρῳ ἀποδοῦναι. [21]    Τὰ μὲν οὖν ἡμέτερ', ὦ ἄνδρες δικασταὶ, οὕτω διεπέπρακτο· Μενέξενος δ' ὀργιζόμενος ὑπὲρ τῆς αἰτίας ἧς κἀκεῖνον [Πασίων] ᾐτιάσατο, λαχὼν δίκην ἐξῄτει τὸν Κίττον, ἀξιῶν τὴν αὐτὴν Πασίωνι ψευδομένῳ γίγνεσθαι ζημίαν ἧσπερ ἂν αὐτὸς ἐτύγχανεν, εἴ τι τούτων ἐφαίνετο ποιήσας. Καὶ οὗτος, ὦ ἄνδρες δικασταὶ, ἐδεῖτό μου ἀπαλλάττειν Μενέξενον, λέγων ὅτι οὐδὲν αὐτῷ πλέον ἔσται, εἰ τὰ μὲν χρήματ' ἐκ τῶν συγγεγραμμένων εἰς τὸν Πόντον εἰσπλεύσας ἀποδώσει, αὐτὸς δ' ὁμοίως ἐνθάδε καταγέλαστος ἔσοιτο· ὁ γὰρ παῖς, ἐὰν βασανίζηται, περὶ πάντων τἀληθῆ κατερεῖ. [22] Ἐγὼ δ' ἠξίουν πρὸς μὲν Μενέξενον πράττειν ὅ τι βούλοιτο, πρὸς δ' ἐμὲ ποιεῖν αὐτὸν τὰ συγκείμενα. Ἐν ἐκείνῳ μὲν οὖν τῷ χρόνῳ ταπεινὸς ἦν, οὐκ ἔχων ὅ τι χρήσαιτο τοῖς αὑτοῦ κακοῖς. Καὶ γὰρ οὐ μόνον περὶ τῆς βασάνου καὶ τῆς δίκης ἐκείνης ἐδεδοίκει τῆς εἰληγμένης, ἀλλὰ καὶ περὶ τοῦ γραμματείου ὅπως μὴ ὑπὸ τοῦ Μενεξένου συλληφθήσοιτο. [23] Ἀπορῶν δὲ καὶ οὐδεμίαν ἄλλην εὑρίσκων ἀπαλλαγὴν, πείσας τοῦ ξένου τοὺς παῖδας διαφθείρει τὸ γραμματεῖον, ὃ ἔδει Σάτυρον λαβεῖν εἰ μή μ' ἀπαλλάξειεν οὗτος. Καὶ οὐκ ἔφθη διαπραξάμενος ταῦτα καὶ θρασύτατος ἁπάντων ἀνθρώπων ἐγένετο, καὶ οὔτ' εἰς τὸν Πόντον ἔφη μοι συμπλευσεῖσθαι οὔτ' εἶναι πρὸς ἔμ' αὐτῷ συμβόλαιον οὐδὲν, ἀνοίγειν τ' ἐκέλευεν τὸ γραμματεῖον ἐναντίον μαρτύρων. Τί ἂν ὑμῖν τὰ πολλὰ λέγοιμι, ὦ ἄνδρες δικασταί; Εὑρέθη γὰρ ἐν τῷ γραμματείῳ γεγραμμένος ἀφειμένος ἁπάντων τῶν ἐγκλημάτων ὑπ' ἐμοῦ. [24]    Τὰ μὲν οὖν γεγενημένα, ὡς ἀκριβέστατα οἷός τ' ἦν, ἅπανθ' ὑμῖν εἴρηκα. Ἡγοῦμαι δὲ Πασίων', ὦ ἄνδρες δικασταὶ, ἐκ τοῦ διεφθαρμένου γραμματείου τὴν ἀπολογίαν ποιήσεσθαι καὶ τούτοις ἰσχυριεῖσθαι μάλιστα. Ὑμεῖς οὖν μοι τὸν νοῦν προσέχετε· οἶμαι γὰρ ἐξ αὐτῶν τούτων φανερὰν ὑμῖν ποιήσειν τὴν τούτου πονηρίαν. [25]    Πρῶτον δ' ἐκ τούτου σκοπεῖσθε. Ὅτε γὰρ ἐδίδομεν τῷ ξένῳ τὴν συνθήκην, καθ' ἣν οὗτος μὲν ἀφεῖσθαί φησι τῶν ἐγκλημάτων, ἐγὼ δ' ὡς ἔδει με παρὰ τούτου κομίσασθαι τὸ χρυσίον, ἐκελεύομεν τὸν ξένον, ἐὰν μὲν διαλλαγῶμεν πρὸς ἡμᾶς αὐτοὺς, κατακαῦσαι τὸ γραμματεῖον, εἰ δὲ μὴ, Σατύρῳ ἀποδοῦναι· καὶ ταῦτα ῥηθῆναι ὑπ' ἀμφοτέρων ἡμῶν ὁμολογεῖται. [26] Καίτοι τί μαθόντες, ὦ ἄνδρες δικασταὶ, προσετάττομεν ἀποδοῦναι Σατύρῳ τὸ γραμματεῖον, ἂν μὴ διαλλαγῶμεν, εἴπερ ἀπηλλαγμένος ἤδη Πασίων ἦν τῶν ἐγκλημάτων καὶ τέλος εἶχεν ἡμῖν τὸ πρᾶγμα; Ἀλλὰ δῆλον ὅτι ταύτας τὰς συνθήκας ἐποιησάμεθ' ὡς ὑπολοίπων ὄντων ἡμῖν ἔτι πραγμάτων, περὶ ὧν ἔδει τοῦτον πρὸς ἐμὲ κατὰ τὸ γραμματεῖον διαλύσασθαι. [27] Ἔπειτ' ἐγὼ μὲν, ὦ ἄνδρες δικασταὶ, ἔχω τὰς αἰτίας εἰπεῖν, δι' ἃς οὗτος ὡμολόγησεν ἀποδώσειν τὸ χρυσίον· ἐπεὶ γὰρ ἡμεῖς τε τῶν πρὸς Σάτυρον διαβολῶν ἀπηλλάγημεν καὶ τὸν Κίττον οὐχ οἷός τ' ἐγένετ' ἀφανίσαι, τὸν συνειδότα περὶ τῆς παρακαταθήκης, ἡγησάμενος, εἰ μὲν ἐκδοίη τὸν παῖδα βασανίσαι, φανερὸς γενήσεσθαι πανουργῶν, [28] εἰ δὲ μὴ ποιήσειεν ταῦτ', ὀφλήσειν τὴν δίκην, ἐβουλήθη πρὸς αὐτὸν ἐμὲ τὴν ἀπαλλαγὴν ποιήσασθαι. Τοῦτον δὲ κελεύσαθ' ὑμῖν ἀποδεῖξαι τί κερδαίνων ἢ τίνα κίνδυνον φοβηθεὶς ἀφῆκ' αὐτὸν τῶν ἐγκλημάτων. Ἐὰν δὲ μηδὲν ἔχῃ τούτων ὑμῖν ἀποφαίνειν, πῶς οὐκ ἂν δικαίως ἐμοὶ μᾶλλον ἢ τούτῳ περὶ τοῦ γραμματείου πιστεύοιτε; [29] Καὶ μὲν δὴ, ὦ ἄνδρες δικασταὶ, καὶ τόδε ῥᾴδιον πᾶσι γνῶναι, ὅτι ἐμοὶ μὲν ὃς ἐνεκάλουν, εἰ τοὺς ἐλέγχους ἐφοβούμην, ἐξῆν καὶ μηδεμίαν συνθήκην ποιησάμενον χαίρειν ἐᾶν τὸ πρᾶγμα· τούτῳ δὲ διά τε τὴν βάσανον καὶ τοὺς ἀγῶνας τοὺς ἐν ὑμῖν οὐχ οἷόν τ' ἦν ὁπότε βούλοιτ' ἀπηλλάχθαι τῶν κινδύνων, εἰ μὴ πείσειεν ἐμὲ τὸν ἐγκαλοῦντα. Ὥστ' οὐκ ἐμὲ περὶ τῆς ἀφέσεως, ἀλλὰ τοῦτον περὶ τῆς ἀποδόσεως τῶν χρημάτων ἔδει τὰς συνθήκας ποιεῖσθαι. [30] Ἔτι δὲ κἀκεῖν' ὑπερφυὲς, εἰ πρὶν μὲν συγγράψασθαι τὸ γραμματεῖον οὕτω σφόδρ' ἠπίστησα τοῖς πράγμασιν ὥστε μὴ μόνον ἀφεῖναι Πασίωνα τῶν ἐγκλημάτων ἀλλὰ καὶ συνθήκας περὶ αὐτῶν ποιήσασθαι, ἐπειδὴ δὲ τοιοῦτον ἔλεγχον κατ' ἐμαυτοῦ συνεγραψάμην, τηνικαῦτ' ἐπεθύμησ' εἰς ὑμᾶς εἰσελθεῖν. Καίτοι τίς ἂν οὕτω περὶ τῶν αὑτοῦ πραγμάτων βουλεύσαιτο; [31] Ὃ δὲ πάντων μέγιστον τεκμήριον ὡς οὐκ ἀφειμένος ἦν Πασίων ἐν ταῖς συνθήκαις ἀλλ' ὡμολογηκὼς ἀποδώσειν τὸ χρυσίον· ὅτε γὰρ Μενέξενος ἔλαχεν αὐτῷ τὴν δίκην οὔπω διεφθαρμένου τοῦ γραμματείου, προσπέμπων Ἀγύρριον, ὄντ' ἀμφοτέροις ἡμῖν ἐπιτήδειον, ἠξίου μ' ἢ Μενέξενον ἀπαλλάττειν ἢ τὰς συνθήκας τὰς γεγενημένας πρὸς αὑτὸν ἀναιρεῖν. [32] Καίτοι, ὦ ἄνδρες δικασταὶ, οἴεσθ' ἂν αὐτὸν ἐπιθυμεῖν ἀναιρεθῆναι ταύτας τὰς συνθήκας, ἐξ ὧν ψευδομένους ἡμᾶς ἔμελλεν ἐξελέγξειν; Οὔκουν, ἐπειδή γε μετεγράφησαν, τούτους ἔλεγεν τοὺς λόγους, ἀλλὰ περὶ ἁπάντων εἰς ἐκείνας κατέφευγεν καὶ ἀνοίγειν ἐκέλευε τὸ γραμματεῖον. Ὡς οὖν τὸ πρῶτον ἀναιρεῖν ἐζήτει τὰς συνθήκας, αὐτὸν Ἀγύρριον μαρτυροῦντα παρέξομαι. Καί μοι ἀνάβηθι. Μαρτυρία [33]    Ὅτι μὲν τοίνυν τὰς συνθήκας ἐποιησάμεθ' οὐχ ὡς Πασίων ἐπιχειρήσει λέγειν, ἀλλ' ὡς ἐγὼ πρὸς ὑμᾶς εἴρηκα, ἱκανῶς ἐπιδεδεῖχθαι νομίζω. Οὐκ ἄξιον δὲ θαυμάζειν, ὦ ἄνδρες δικασταὶ, εἰ τὸ γραμματεῖον διέφθειρεν, οὐ μόνον διὰ τοῦτο ὅτι πολλὰ τοιαῦτ' ἤδη γέγονεν, ἀλλ' ὅτι καὶ τῶν χρωμένων τινὲς Πασίωνι πολὺ δεινότερα τούτων πεποιήκασιν. Πυθόδωρον γὰρ τὸν σκηνίτην καλούμενον, ὃς ὑπὲρ Πασίωνος ἅπαντα καὶ λέγει καὶ πράττει, τίς οὐκ οἶδεν ὑμῶν πέρυσιν ἀνοίξαντα τὰς ὑδρίας καὶ τοὺς κριτὰς ἐξελόντα τοὺς ὑπὸ τῆς βουλῆς εἰσβληθέντας; [34] Καίτοι ὅστις μικρῶν ἕνεκα καὶ περὶ τοῦ σώματος κινδυνεύων ταύτας ὑπανοίγειν ἐτόλμησεν, αἳ σεσημασμέναι μὲν ἦσαν ὑπὸ τῶν πρυτάνεων, κατεσφραγισμέναι δ' ὑπὸ τῶν χορηγῶν, ἐφυλάττοντο δ' ὑπὸ τῶν ταμιῶν, ἔκειντο δ' ἐν ἀκροπόλει, τί δεῖ θαυμάζειν εἰ γραμματείδιον παρ' ἀνθρώπῳ ξένῳ κείμενον τοσαῦτα μέλλοντες χρήματα κερδαίνειν μετέγραψαν, ἢ τοὺς παῖδας αὐτοῦ πείσαντες ἢ ἄλλῳ τρόπῳ ᾧ ἠδύναντο μηχανησάμενοι; Περὶ μὲν οὖν τούτων οὐκ οἶδ' ὅ τι δεῖ πλείω λέγειν. [35]    Ἤδη δέ τινας Πασίων ἐπεχείρησε πείθειν ὡς τὸ παράπαν οὐδ' ἦν ἐνθάδε μοι χρήματα, λέγων ὡς παρὰ Στρατοκλέους ἐδανεισάμην τριακοσίους στατῆρας. Ἄξιον οὖν καὶ περὶ τούτων ἀκοῦσαι, ἵν' ἐπίστησθ' οἵοις τεκμηρίοις ἐπαρθεὶς ἀποστερεῖ με τῶν χρημάτων. Ἐγὼ γὰρ, ὦ ἄνδρες δικασταὶ, μέλλοντος Στρατοκλέους εἰσπλεῖν εἰς τὸν Πόντον, βουλόμενος ἐκεῖθεν ὡς πλεῖστ' ἐκκομίσασθαι τῶν χρημάτων, ἐδεήθην Στρατοκλέους τὸ μὲν αὐτοῦ χρυσίον ἐμοὶ καταλιπεῖν, ἐν δὲ τῷ Πόντῳ παρὰ τοῦ πατρὸς τοὐμοῦ κομίσασθαι, [36] νομίζων μεγάλα κερδαίνειν εἰ κατὰ πλοῦν μὴ κινδυνεύοι τὰ χρήματα, ἄλλως τε καὶ Λακεδαιμονίων ἀρχόντων κατ' ἐκεῖνον τὸν χρόνον τῆς θαλάττης. Τούτῳ μὲν οὖν οὐδὲν ἡγοῦμαι τοῦτ' εἶναι σημεῖον ὡς οὐκ ἦν ἐνθάδε μοι χρήματα· ἐμοὶ δὲ μέγιστ' ἔσται τεκμήρια τὰ πρὸς Στρατοκλέα πραχθέντα ὡς ἦν μοι παρὰ τούτῳ χρυσίον. [37] Ἐρωτῶντος γὰρ Στρατοκλέους, ὅστις αὐτῷ ἀποδώσει τὰ χρήματα, ἐὰν ὁ πατὴρ οὑμὸς μὴ ποιήσῃ τὰ ἐπεσταλμένα, αὐτὸς ‹δ'› ἐκπλεύσας ἐνθάδ' ἐμὲ μὴ καταλάβῃ, Πασίων' αὐτῷ συνέστησα, καὶ ὡμολόγησεν οὗτος αὐτῷ καὶ τὸ ἀρχαῖον καὶ τοὺς τόκους τοὺς γιγνομένους ἀποδώσειν. Καίτοι εἰ μηδὲν ἔκειτο παρ' αὐτῷ τῶν ἐμῶν, οἴεσθ' ἂν αὐτὸν οὕτω ῥᾳδίως τοσούτων χρημάτων ἐγγυητήν μου γενέσθαι; Καί μοι ἀνάβητε μάρτυρες. Μάρτυρες [38]    Ἴσως τοίνυν, ὦ ἄνδρες δικασταὶ, καὶ τούτων ὑμῖν μάρτυρας παρέξεται, ὡς ἔξαρνος ἐγενόμην πρὸς τοὺς ὑπὲρ Σατύρου πράττοντας μηδὲν κεκτῆσθαι πλὴν ὧν ἐκείνοις παρεδίδουν, καὶ ὡς αὐτὸς ἐπελαμβάνετο τῶν χρημάτων τῶν ἐμῶν ὁμολογοῦντος ἐμοῦ ὀφείλειν τριακοσίας δραχμὰς, καὶ ὅτι Ἱππολαΐδαν, ξένον ὄντ' ἐμαυτοῦ καὶ ἐπιτήδειον, περιεώρων παρὰ τούτου δανειζόμενον. [39] Ἐγὼ δ', ὦ ἄνδρες δικασταὶ, καταστὰς εἰς συμφορὰς οἵας ὑμῖν διηγησάμην, καὶ τῶν μὲν οἴκοι πάντων ἀπεστερημένος, τὰ δ' ἐνθάδ' ἀναγκαζόμενος παραδιδόναι τοῖς ἥκουσιν, ὑπολοίπου δ' οὐδενὸς ὄντος μοι πλὴν εἰ δυνηθείην λαθεῖν περιποιησάμενος τὸ χρυσίον τὸ παρὰ τούτῳ κείμενον, ὁμολογῶ καὶ τούτῳ προσομολογῆσαι τριακοσίας δραχμὰς, καὶ περὶ τῶν ἄλλων τοιαῦτα πράττειν καὶ λέγειν ἐξ ὧν ἐκεῖνοι μάλιστ' ἤμελλον πεισθήσεσθαι μὴ εἶναί μοι χρήματα. [40] Καὶ ταῦθ' ὡς οὐ δι' ἀπορίαν ἐγίγνετο, ἀλλ' ἵνα πιστευθείην ὑπ' ἐκείνων, ῥᾳδίως γνώσεσθε. Πρῶτον μὲν γὰρ ὑμῖν μάρτυρας παρέξομαι τοὺς εἰδότας πολλά μοι χρήματ' ἐκ τοῦ Πόντου κομισθέντα, ἔπειτα δὲ τοὺς ὁρῶντάς με τῇ τούτου τραπέζῃ χρώμενον, ἔτι δὲ παρ' ὧν ἐχρυσώνησ' ὑπ' ἐκεῖνον τὸν χρόνον πλέον ἢ χιλίους στατῆρας. [41] Πρὸς δὲ τούτοις εἰσφορᾶς ἡμῖν προσταχθείσης καὶ ἑτέρων ἐπιγραφέων γενομένων ἐγὼ πλεῖστον εἰσήνεγκα τῶν ξένων, αὐτός θ' αἱρεθεὶς ἐμαυτῷ μὲν ἐπέγραψα τὴν μεγίστην εἰσφορὰν, ὑπὲρ Πασίωνος δ' ἐδεόμην τῶν συνεπιγραφέων, λέγων ὅτι τοῖς ἐμοῖς χρήμασι τυγχάνει χρώμενος. Καί μοι ἀνάβητε μάρτυρες. Μάρτυρες [42]    Αὐτὸν τοίνυν Πασίων' ἔργῳ παρέξομαι τούτοις συμμαρτυροῦντα. Ὁλκάδα γὰρ, ἐφ' ᾗ πολλὰ χρήματ' ἦν ἐγὼ δεδωκὼς, ἔφηνέ τις ὡς οὖσαν ἀνδρὸς Δηλίου. Ἀμφισβητοῦντος δ' ἐμοῦ καὶ καθέλκειν ἀξιοῦντος οὕτω τὴν βουλὴν διέθεσαν οἱ βουλόμενοι συκοφαντεῖν ὥστε ‹τὸ μὲν πρῶτον› παρὰ μικρὸν ἦλθον ἄκριτος ἀποθανεῖν, τελευτῶντες δ' ἐπείσθησαν ἐγγυητὰς παρ' ἐμοῦ δέξασθαι. [43] Καὶ Φίλιππος μὲν ὤν μοι ξένος πατρικὸς, κληθεὶς καὶ ὑπακούσας, δείσας τὸ μέγεθος τοῦ κινδύνου ἀπιὼν ᾤχετο· Πασίων δ' Ἀρχέστρατόν μοι τὸν ἀπὸ τῆς τραπέζης ἑπτὰ ταλάντων ἐγγυητὴν παρέσχεν. Καίτοι εἰ μικρῶν ἀπεστερεῖτο καὶ μηδὲν ᾔδει μ' ἐνθάδε κεκτημένον, οὐκ ἂν δήπου τοσούτων χρημάτων ἐγγυητής μου κατέστη. [44] Ἀλλὰ δῆλον ὅτι τὰς μὲν τριακοσίας δραχμὰς ἐνεκάλεσεν ἐμοὶ χαριζόμενος, τῶν δ' ἑπτὰ ταλάντων ἐγγυητής μοι ἐγένεθ' ἡγούμενος πίστιν ἔχειν ἱκανὴν τὸ χρυσίον τὸ παρ' αὑτῷ κείμενον. Ὡς μὲν τοίνυν ἦν τέ μοι πολλὰ χρήματ' ἐνθάδε καὶ ταῦτ' ἐπὶ τῇ τούτου τραπέζῃ κεῖταί μοι, καὶ ἐκ τῶν ἔργων τῶν Πασίωνος ὑμῖν δεδήλωκα καὶ παρὰ τῶν ἄλλων τῶν εἰδότων ἀκηκόατε. [45]    Δοκεῖτε δέ μοι, ὦ ἄνδρες δικασταὶ, ἄριστ' ἂν γνῶναι περὶ ὧν ἀμφισβητοῦμεν, ἀναμνησθέντες ἐκεῖνον τὸν χρόνον καὶ τὰ πράγματα πῶς εἶχεν ἡμῖν, ὅτ' ἐγὼ Μενέξενον καὶ Φιλόμηλον προσέπεμψ' ἀπαιτήσοντας τὴν παρακαταθήκην καὶ Πασίων τὸ πρῶτον ἐτόλμησεν ἔξαρνος γενέσθαι. Εὑρήσετε γὰρ τὸν μὲν πατέρα μου συνειλημμένον καὶ τὴν οὐσίαν ἅπασαν ἀφῃρημένον, ἐμοὶ δ' οὐχ οἷόν τ' ὂν διὰ τὰς παρούσας τύχας οὔτ' αὐτοῦ μένειν οὔτ' εἰς τὸν Πόντον εἰσπλεῖν. [46] Καίτοι πότερον εἰκὸς ἔμ' ἐν τοσούτοις ὄντα κακοῖς ἀδίκως ἐγκαλεῖν, ἢ Πασίωνα καὶ διὰ τὸ μέγεθος τῶν ἡμετέρων συμφορῶν καὶ διὰ τὸ πλῆθος τῶν χρημάτων ἐπαρθῆναι τὴν ἀποστέρησιν ποιήσασθαι; Τίς δὲ πώποτ' εἰς τοσοῦτον συκοφαντίας ἀφίκετο ὥστε αὐτὸς περὶ τοῦ σώματος κινδυνεύων τοῖς ἀλλοτρίοις ἐπιβουλεύειν; Μετὰ ποίας δ' ἂν ἐλπίδος ἢ τί διανοηθεὶς ἀδίκως ἦλθον ἐπὶ τοῦτον; Πότερον ὡς δείσας τὴν δύναμιν τὴν ἐμὴν ἤμελλεν εὐθὺς ἐμοὶ δώσειν ἀργύριον; Ἀλλ' οὐχ οὕτως ἑκάτερος ἡμῶν ἔπραττεν. [47] Ἀλλ' εἰς ἀγῶνα καταστὰς ᾤμην καὶ παρὰ τὸ δίκαιον πλέον ἕξειν Πασίωνος παρ' ὑμῖν; Ὃς οὐδὲ μένειν ἐνθάδε παρεσκευαζόμην, δεδιὼς μή μ' ἐξαιτήσειεν Σάτυρος παρ' ὑμῶν. Ἀλλ' ἵνα μηδὲν διαπραττόμενος ἐχθρὸς τούτῳ κατασταίην, ᾧ μάλιστ' ἐτύγχανον πάντων τῶν ἐν τῇ πόλει χρώμενος; Καὶ τίς ἂν ὑμῶν ἀξιώσειεν καταγνῶναί μου τοσαύτην μανίαν καὶ ἀμαθίαν; [48]    Ἐνθυμηθῆναι δ' ἄξιόν ἐστιν, ὦ ἄνδρες δικασταὶ, τὴν ἀτοπίαν καὶ τὴν ἀπιστίαν ὧν ἑκάστοτε Πασίων ἐπεχείρει λέγειν. Ὅτε μὲν γὰρ οὕτως ἔπραττον ὥστ' οὐδ' ἂν εἰ προσωμολόγει μ' ἀποστερεῖν τῶν χρημάτων, οἷός τ' ἂν ἦν παρ' αὐτοῦ δίκην λαβεῖν, τότε μὲν αἰτιᾶται μ' ἀδίκως ἐγκαλεῖν ἐπιχειρῆσαι· ἐπειδὴ δ' ἐγώ τε τῶν πρὸς Σάτυρον διαβολῶν ἀπηλλάγην καὶ τοῦτον ἅπαντες ὀφλήσειν τὴν δίκην ἐνόμιζον, τηνικαῦτά μέ φησιν ἀφεῖναι πάντων τῶν ἐγκλημάτων αὐτόν. Καίτοι πῶς ἂν τούτων ἀλογώτερα γένοιτο; [49]    Ἀλλὰ γὰρ ἴσως περὶ τούτων μόνον ἀλλ' οὐ καὶ περὶ τῶν ἄλλων ἐναντί' αὐτὸς αὑτῷ καὶ λέγων καὶ πράττων φανερός ἐστιν· ὃς τὸν μὲν παῖδα, ὃν αὐτὸς ἠφάνισεν, ὑφ' ἡμῶν ἔφασκεν ἀνδραποδισθῆναι, τὸν αὐτὸν δὲ τοῦτον ἀπεγράψατο μὲν ἐν τοῖς τιμήμασιν ὡς δοῦλον μετὰ τῶν οἰκετῶν τῶν ἄλλων, ἐπεὶ δ' αὐτὸν ἠξίου Μενέξενος βασανίζειν, ἀφῃρεῖθ' ὡς ἐλεύθερον ὄντα. [50] Πρὸς δὲ τούτοις ἀποστερῶν αὐτὸς τὴν παρακαταθήκην, ἐτόλμησεν ἡμῖν ἐγκαλεῖν ὡς ἔχομεν ἓξ τάλαντ' ἀπὸ τῆς τούτου τραπέζης. Καίτοι ὅστις περὶ πραγμάτων οὕτω φανερῶν ἐπεχείρει ψεύδεσθαι, πῶς χρὴ πιστεύειν αὐτῷ περὶ ὧν μόνος πρὸς μόνον ἔπραξεν; [51]    Τὸ τελευταῖον τοίνυν, ὦ ἄνδρες δικασταὶ, ὁμολογήσας ὡς Σάτυρον εἰσπλευσεῖσθαι καὶ ποιήσειν ἅττ' ἂν ἐκεῖνος γνῷ, καὶ ταῦτ' ἐξηπάτησεν, καὶ αὐτὸς μὲν οὐκ ἤθελεν εἰσπλεῦσαι πολλάκις ἐμοῦ προκαλεσαμένου, εἰσέπεμψε δὲ τὸν Κίττον· ὃς ἐλθὼν ἐκεῖσ' ἔλεγεν ὅτι ἐλεύθερος εἴη καὶ τὸ γένος Μιλήσιος, εἰσπέμψειε δ' αὐτὸν Πασίων διδάξοντα περὶ τῶν χρημάτων. [52] Ἀκούσας δὲ Σάτυρος ἀμφοτέρων ἡμῶν δικάζειν μὲν οὐκ ἠξίου περὶ τῶν ἐνθάδε γενομένων συμβολαίων, ἄλλως τε καὶ μὴ παρόντος τούτου μηδὲ μέλλοντος ποιήσειν ἃ ἐκεῖνος δικάσειεν· οὕτω δὲ σφόδρ' ἐνόμιζεν ἀδικεῖσθαί με ὥστε συγκαλέσας τοὺς ναυκλήρους ἐδεῖτ' αὐτῶν βοηθεῖν ἐμοὶ καὶ μὴ περιορᾶν ἀδικούμενον, καὶ πρὸς τὴν πόλιν συγγράψας ἐπιστολὴν ἔδωκε φέρειν Ξενοτίμῳ τῷ Καρκίνου. Καί μοι ἀνάγνωθι αὐτοῖς. Ἐπιστολή [53]    Οὕτω τοίνυν, ὦ ἄνδρες δικασταὶ, πολλῶν μοι τῶν δικαίων ὑπαρχόντων, ἐκεῖν' ἡγοῦμαι μέγιστον εἶναι τεκμήριον ὡς ἀποστερεῖ με Πασίων τῶν χρημάτων, ὅτι τὸν παῖδ' οὐκ ἠθέλησεν βασανίζειν ἐκδοῦναι τὸν συνειδότα περὶ τῆς παρακαταθήκης. Καίτοι περὶ τῶν πρὸς τοὺς ἐπὶ ταῖς τραπέζαις συμβολαίων τίς ἂν ἔλεγχος ἰσχυρότερος τούτου γένοιτο; Οὐ γὰρ δὴ μάρτυράς γ' αὐτῶν ποιούμεθα. [54] Ὁρῶ δὲ καὶ ὑμᾶς καὶ περὶ τῶν ἰδίων καὶ περὶ τῶν δημοσίων οὐδὲν πιστότερον οὐδ' ἀληθέστερον βασάνου νομίζοντας, καὶ μάρτυρας μὲν ἡγουμένους οἷόν τ' εἶναι καὶ τῶν μὴ παραγενομένων παρασκευάσασθαι, τὰς δὲ βασάνους φανερῶς ἐπιδεικνύναι ὁπότεροι τἀληθῆ λέγουσιν. Ἃ οὗτος εἰδὼς ἠβουλήθη εἰκάζειν ὑμᾶς περὶ τοῦ πράγματος μᾶλλον ἢ σαφῶς εἰδέναι. Οὐ γὰρ δὴ τοῦτό γ' ἂν εἰπεῖν ἔχοι ὡς ἔλαττον ἔμελλεν ἕξειν ἐν τῇ βασάνῳ καὶ διὰ τοῦτ' οὐκ εἰκὸς ἦν αὐτὸν ἐκδοῦναι. [55] Πάντες γὰρ ἐπίστασθ' ὅτι κατειπὼν μὲν ἤμελλεν τὸν ἐπίλοιπον χρόνον ὑπὸ τούτου κάκιστ' ἀνθρώπων ἀπολεῖσθαι, διακαρτερήσας δὲ καὶ ἐλεύθερος ἔσεσθαι καὶ μεθέξειν ὧν οὗτός μ' ἀπεστέρησεν. Ἀλλ' ὅμως τοσούτῳ μέλλων πλέον ἕξειν, συνειδὼς αὑτῷ τὰ πεπραγμένα, ὑπέμεινεν καὶ δίκας φεύγειν καὶ τὰς ἄλλας αἰτίας ἔχειν ὥστε μηδεμίαν βάσανον περὶ τοῦ πράγματος τούτου γενέσθαι. [56]    Ἐγὼ μὲν οὖν ὑμῶν δέομαι μεμνημένους τούτων καταψηφίσασθαι Πασίωνος, καὶ μὴ τοσαύτην πονηρίαν ἐμοῦ καταγνῶναι, ὡς, οἰκῶν ἐν τῷ Πόντῳ καὶ τοσαύτην οὐσίαν κεκτημένος ὥστε καὶ ἑτέρους εὖ ποιεῖν δύνασθαι, Πασίων' ἦλθον συκοφαντήσων καὶ ψευδεῖς αὐτῷ παρακαταθήκας ἐγκαλῶν. [57]    Ἄξιον δὲ καὶ Σατύρου καὶ τοῦ πατρὸς ἐνθυμηθῆναι, οἳ πάντα τὸν χρόνον περὶ πλείστου τῶν Ἑλλήνων ὑμᾶς ποιοῦνται, καὶ πολλάκις ἤδη διὰ σπάνιν σίτου τὰς τῶν ἄλλων ἐμπόρων ναῦς κενὰς ἐκπέμποντες ὑμῖν ἐξαγωγὴν ἔδοσαν· καὶ ἐν τοῖς ἰδίοις συμβολαίοις, ὧν ἐκεῖνοι κριταὶ γίγνονται, οὐ μόνον ἴσον ἀλλὰ καὶ πλέον ἔχοντες ἀπέρχεσθε. [58] Ὥστ' οὐκ ἂν εἰκότως περὶ ὀλίγου ποιήσεσθε τὰς ἐκείνων ἐπιστολάς. Δέομαι οὖν ὑμῶν καὶ ὑπὲρ ἐμαυτοῦ καὶ ὑπὲρ ἐκείνων τὰ δίκαια ψηφίσασθαι καὶ μὴ τοὺς Πασίωνος λόγους ψευδεῖς ὄντας πιστοτέρους ἡγεῖσθαι τῶν ἐμῶν.

1 commento:

  1. Scusate amici......ed io che non leggo il greco antico che fo?

    RispondiElimina